Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.148 Dem. 21.150 (English) >>Dem. 21.154

21.149γένους εἵνεκα νὴ Δία· καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους, ὥσπερ ἐν τραγῳδίᾳ, τὰς τούτου γονάς; δύʼ ἐναντιώτατα συμβέβηκεν εἶναι· μὲν γὰρ ὡς ἀληθῶς μήτηρ, τεκοῦσʼ αὐτόν, πλεῖστον ἁπάντων ἀνθρώπων εἶχε νοῦν, δὲ δοκοῦσα καὶ ὑποβαλομένη πασῶν ἦν ἀνοητοτάτη γυναικῶν. σημεῖον δέ· μὲν γὰρ ἀπέδοτʼ εὐθὺς γενόμενον, δʼ ἐξὸν αὐτῇ βελτίω πρίασθαι τῆς αὐτῆς τιμῆς τοῦτον ἠγόρασεν. 21.150καὶ γάρ τοι διὰ τοῦτο τῶν οὐ προσηκόντων ἀγαθῶν κύριος γεγονώς, καὶ πατρίδος τετυχηκὼς νόμοις τῶν ἁπασῶν πόλεων μάλιστʼ οἰκεῖσθαι δοκεῖ, οὐδένʼ οἶμαι τρόπον φέρειν οὐδὲ χρῆσθαι τούτοις δύναται, ἀλλὰ τὸ τῆς φύσεως ὡς ἀληθῶς βάρβαρον καὶ θεοῖς ἐχθρὸν ἕλκει καὶ βιάζεται, καὶ φανερὸν ποιεῖ τοῖς παροῦσιν ὥσπερ ἀλλοτρίοις, ὅπερ ἔστιν, αὐτὸν χρώμενον.

21.151τοσούτων τοίνυν καὶ τοιούτων ὄντων τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ βεβίωται, ἔνιοί μοι προσιόντες, ἄνδρες δικασταί, τῶν χρωμένων αὐτῷ, παραινοῦντες ἀπαλλαγῆναι καὶ καθυφεῖναι τὸν ἀγῶνα τουτονί, ἐπειδή με μὴ πείθοιεν, ὡς μὲν οὐ πολλὰ καὶ δεινὰ πεποίηκεν οὗτος καὶ δίκην ἡντινοῦν ἂν δοίη δικαίως τῶν πεπραγμένων, οὐκ ἐτόλμων λέγειν, ἐπὶ ταῦτα δʼ ἀπήντων ὡςἑάλωκεν ἤδη καὶ κατεψήφισται· τίνος τιμήσειν αὐτῷ προσδοκᾷς τὸ δικαστήριον; οὐχ ὁρᾷς ὅτι πλουτεῖ καὶ τριηραρχίας ἐρεῖ καὶ λῃτουργίας; σκόπει δὴ μὴ τούτοις αὑτὸν ἐξαιτήσηται, καὶ ἐλάττω πολὺ τῇ πόλει καταθεὶς ὅσα σοι δίδωσι καταγελάσῃ.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.148 Dem. 21.150 (English) >>Dem. 21.154

Powered by PhiloLogic